Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τινὲς τοῦτο παρεπιγραφὴν εἶναι ὡς εἰς τὰ κωμικὰ δράματα: — MiTB

ἁρμάτειον μέλος: ἁρμάτειον μέλος τὸν θρῆνόν φησι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γινόμενον, ἵν’ ᾖ οὕτως· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ. ἔνιοι δὲ ἁρμάτειον τὸν ὑμέναιον, τὸν ἐπὶ ἅρμασι τῶν νυμφῶν ᾀδόμενον, ὡς ἐπιθαλάμιον. τούτου γὰρ, φασὶν, ὁ Φρὺξ ὑπομιμνησκόμενος στε

νάζει τὸν Ἑλένης γάμον καὶ ὑμέναιον. οἱ δὲ ἁρμάτειον τὸ σύντονον, ἐπεὶ συντόνῳ φωνῇ κέχρηται: — MT

ἄλλως: νόμον Ἀθηνᾶς φασι διὰ τὸ Ἁρματέα τινὰ Βοιωτὸν αὐτὸ συνθεῖναι, οἱ δὲ ἁρμάτειον τὸ ἀπὸ τοῦ ἅρματος τῆς Ῥέας γινόμενον. ἔνιοι δὲ ἁρμάτειον τὸ ὀξύφωνον ἀπὸ τῶν ὑπαξονίων ἤχων: — T

ἄλλως: τὸν θρῆνον καὶ τὸ μέλος ἀναβοῶ τὸν ἐπὶ τῷ ἅρματι γενόμενον ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ ὑπ’ Ἀχιλλέως. τούτου γὰρ, φησὶ, τελευτήσαντος τὸ Ἴλιον ἀπώλετο: — T

ἁρμάτειον μέλος: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ [τοῖς ὄχεσι] παροχεῖσθαι * * ὑμέναιον ᾄδειν. τὸ δὲ ᾀδόμενον ἁρμάτειον ἐκάλουν [ἀπὸ τοῦ ταῖς παρθένοις διὰ τῶν ἁρμάτων ἀγομέναις παρεδεῖσθαι], ὡς ἐπιθαλάμιον ⟨τὸ⟩ ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν, ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρῳσὶν [ὑμέναιον] ἐπιτελεσθέντα. ὅτι δὲ οὕτως ἔχει, ἐπιφέρει διὰ ⟨τὸ⟩ τᾶς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας ὡς δῆλον εἶναι τὸν ἐπὶ τῇ Ἑλένῃ δι’ ἅρματος ᾀσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἅρματι γενόμενον, ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ. ἀναιρεθέντος γὰρ Ἕκτορος ⟨τὸ Ἴλιον ἀπώλετο⟩. Ἀπολλόδωρος ὁ Κυρηναῖος παρεπιγραφὴν λέγει εἶναι τὸ † ἁρμόδιον, ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφή, ἅπαξ ἂν ἐπεγράφετο [τὸ Ἴλιον ἀπώλετο]. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν, φησὶν [1528]· οὔτε ⟨γὰρ⟩ γυνὴ πέφυκας, οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ. καὶ πάλιν [1530]· ὀξὺ γὰρ βοῆς ἀκοῦσαν

Ἀργὸς ἐξεγείρεται. εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος: — TB

ἀπὸ κοινοῦ τὸ στένω: — MiBi