Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† φροῦδα γᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι καθόσον ἄπειροι τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασί

λεια καὶ ⟨οὐ⟩ διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῷ. τὸ δὲ βαρβάροισι δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον· βάρβαρος ὢν οὐκ οἶδα ποῦ φύγω· καὶ γὰρ οὔκ εἰμι τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν. ἐρωτώμενος γὰρ τὸ ὅμοιόν φησιν· Ἴλιον Ἴλιον ὤ μοι μοι: — TB

† ἐμοὶ τῷ βαρβάρῳ φεύγειν βουλομένῳ ἀφανής ἐστιν ἡ γῆ διὰ τὸ μὴ εἰδέναι τοὺς τόπους ὅπου φύγω: — T

† ἄλλως τὸ λεγόμενον νοοῦμεν. ἢ οὕτως ἐκδεκτέον· τοῖς βαρβάροις δραπέταις ἄδηλος ἡ γῆ τῶν Ἀργείων: — T

τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πα τρίς: — MiTB