Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σωτήριόν τε τοῖς καλῶς κεκτημένοις: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην. καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἀργὸς πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: — MTAB

εἴδετε παρ’ ἄκρας: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ [Γ 220] φαίης κε ζάκοτον καὶ [Δ 223] ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν. οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ φροντίζων τῶν ἀκριβολογούντων: — MTAB

ὡς ἐν τῇ σμικρότητι τῆς ἀφαιρέσεως μηδὲν ἀπολίποι τοῦ ὑγιοῦς: — MiTAB