Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἄλλως: ἁρμοζόμενον γυναιξί. τὰς μὲν γὰρ ἀρετὰς καὶ ὁ Πλάτων κοινὰς εἶναί φησι, πλεονεκτεῖν δὲ ἴσως τοὺς ἄρσενας: — MTAB
ᾗτινι συζῶν· τὸ γὰρ ζῶν ἀντὶ τοῦ συζῶν· μακάριος ἔσῃ: — MiTB
οἷον κοσμουμένη, τιμωμένη. ἀνοίκεια δὲ ταῦτα τοῦ προκειμένου ἀγῶνος: — MiTB