Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πῶς τὸ γὰρ ἕτοιμον ἔστιν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς [ἂν] ἡμῖν ἔσται: — MTAB

ἄλλως: τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι. τὸ γὰρ ἕτοιμον καλόν ἐστι. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: — MTAB

ἄλλως: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: — MTAB

ἄλλως: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ

σφάξαι, εἰ ἔσται εὐμαρῶς τὸ κτεῖναι, τουτέστιν· εἰ μὴ καταληφθείημεν: — MTAB