Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
εἰς ὄχλον ἕρπειν παρθένοισιν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις: — MTAB
ἀντὶ τοῦ τροφεῖα· ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς, ἀμοιβὴν διδοῦσα: — MiA