Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀκόλαστον: ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι. εἰ γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον [Ol. Ι 62 sq.] τοῖς βροτοῖς, μᾶλλον ἂν τῆς φιλανθρωπίας παρὰ θεῶν ἐθαυμάζετο: — MTAB

τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον, ὅτι πορνεία μὲν καὶ γαστριμαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται, καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώμενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται: — MTAB