Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† οὐκ ἔστιν ⟨οὐδὲν⟩ δεινόν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν. καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: — A

οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: — MTAB

† ἄλλως: ὧδ’ εἰπεῖν ἔπος: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: — AB