Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γάμους παρεμπολῶντος: πιθανῶς κέχρηται τῇ τροπικῇ λέξει, ἐμφαίνων ἑαυτὸν κέρδους ἕνεκα καὶ τοῦ τοὺς ἐκ Μηδείας παῖδας ὠφελῆσαι τοῦτον ὥσπερ πραγματευσάμενον ἑαυτῷ τὸν γάμον. τὸ γὰρ παρεμπολᾶν ἐπὶ τοῦ κερδαίνειν τίθεται. οἷον ἄλλοις γάμοις χρωμένου παρὰ τοὺς ὑπάρχοντας: — AB

ἄλλως: προσκτωμένου πορίζοντος. ἀντὶ τοῦ ἐμπολῶντι, γενικὴ ἀντὶ δοτικῆς. ἢ τὸ πόσει ἀντὶ τοῦ πόσιος, δοτικὴ ἀντὶ γενικῆς. παρεμπολῶντος δὲ ἀντὶ τοῦ ὠνουμένου. τουτέστιν· ἄλλοις γάμοις χρωμένου. τοῦ ἀνδρός. ἰδίως δὲ εἴρηκε πόσει ἀντὶ τοῦ πόσιος. οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες γράφουσιν ἀντὶ τοῦ πόσει ἐμοῦ, ὅπερ οὐ δεῖ: — AB