Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
τίς δ’ οὐχὶ θνητῶν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκεις, ἄρτι ἔγνωκας: — A
ἄλλως: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ ἐν Κρεσφόντῃ· φιλῶν μάλισθ’ ἑαυτὸν οὐκ αἰσχύνομαι. οὕτω δὲ ἀναγνωστέον· τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε: — A