Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀτὰρ κακὸς ὤν: ἀρκεῖ αὐτῷ τοῦτο πρὸς τιμωρίαν. ἁλίσκεται δὲ, φωρᾶται ἐλέγχεται: — A

εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους. ἕως τούτου δὲ ἡ πρεσβῦτις, τὰ ἑξῆς ὁ πρεσβύτης: — Bi

οὕτως ἀναγνωστέον τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε. διὸ καὶ μετὰ τοῦ γραπτέον, οἷον· τίς οὐκ ἔστι κακὸς εἰς φίλους, εἶτα τὸ ἄρτι γινώσκεις τόδε, οἷον· ἄρτι ἔγνωκας ὅτι ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας; οἱ δὲ ὑποκριταὶ [τοῦτο] ἀγνοήσαντες τὸ τῆς ἀντιδιαστολῆς μετατιθέασιν εἰς τὸ τίς δ’ οὐχὶ θνητῶν τοῦτο γινώσκει σαφῶς. τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν Κρεσφόντῃ κέχρηται οὕτως [frg. 452]· ἐκεῖνο γὰρ πέπονθα ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι: — B

τίς δ’ οὐχὶ θνητῶν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκεις, ἄρτι ἔγνωκας: — A

ἄλλως: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ ἐν Κρεσφόντῃ· φιλῶν μάλισθ’ ἑαυτὸν οὐκ αἰσχύνομαι. οὕτω δὲ ἀναγνωστέον· τίς δ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδε: — A