Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

παρόσον οἱ σοφίας ἐντὸς καθαρώτερον τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τὰ θεῖα φαντάζονται, μονονουχὶ καὶ θεοῖς αὐτοῖς ὁμιλεῖν πιστευόμενοι. ἢ ὡς τοῦ παρ’ αὐτοῖς ἀέρος φύσιν ἔχοντος τρέφειν ἀεὶ σοφοὺς ἄνδρας. τουτέστιν· ἀεὶ βιοτεύουσι λαμπροτάτῃ παιδεύσει, ἁπλῶς καὶ εὐμαρῶς ταύτην μεταχειριζόμενοι ἅτε δὴ τοῦ παρ’ αὐτοῖς ἀέρος εἰς τοῦτο πεφυκότος, ἵνα τὸ μὲν βαίνοντες ἀντὶ τοῦ βιοτεύοντες, τὸ δὲ αἰθέρος ἀντὶ τοῦ ἀέρος ἐκδεξώμεθα: — AB

ἔνθα ποθ’ ἁγνάς: ὅπου λέγεται ὑπὸ τῶν Μουσῶν τὴν ἐν μουσικῇ ἁρμονίαν φυτευθῆναι. ὅπου αἱ δυνάμεις τῶν ἐννέα Μουσῶν: — BAg