Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἐρεχθεῖδαι τὸ παλαιόν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλεται τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς

πράξεως τὴν Μήδειαν, ὡς οὐκ ἂν οἱ τοιοῦτοι τὴν τοιαῦτα δράσασαν δέξαιντο: — AB

καὶ θεῶν παῖδες: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι. ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου [ἀπὸ γὰρ τοῦ ἐρίου ἐν ᾧ ἡ Ἀθηνᾶ τὸ σπέρμα τοῦ Ἡφαίστου σπογγίσασα ἔρριψε]. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: — A