Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· ἐν ἀμηχανίᾳ ζῶσα τὸν δυσπέρατον αἰῶνα, ἤτοι δυσαπάλλακτον: — Bi

τῶν μόχθων τῶν ἐν ἀνθρώποις οὐδεὶς ἄλλος μείζων ἢ τὸ στέρεσθαι τῆς πατρίδος. μόχθων δὲ λέγει τῶν συμφορῶν. Ὅμηρος ἐκ τοῦ ἐναντίου [ι 34]· ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων: — B

ἄλλως: τοῦτο δὲ, τὸ στέρεσθαι τῆς πατρίδος, ὅτι πάνδεινόν ἐστιν, αὐταῖς ὄψεσιν ὁρῶμεν ἐπὶ τῆς Μηδείας καὶ οὐκ ἐξ ἀκοῆς [τοῦτο] μανθάνομεν: — B

μὴ ἀπὸ πάσης καρδίας καὶ καθαροῦ λογισμοῦ, τουτέστιν ἀνυπούλως. τὸ ἑξῆς· ἀχάριστος ὢν ἐκεῖνος ὄλοιτο ὅστις μὴ τιμᾷ τοὺς φίλους ἐκ ψυχῆς: — Bi

σοφοῦ Πανδίονος: εὐεπίφορός ἐστιν ὁ Εὐριπίδης εἰς τὸ λέγειν σοφός καὶ σοφή πρὸς μηδὲν χρήσιμον παραλαμβάνων τὸ ὄνομα. κατὰ τί γὰρ σοφὸς ὁ Πανδίων λέγεται: οὐ γὰρ δὴ ὠνόμασται τοιοῦτον αὐτοῦ ἔργον, ἀλλ’ οὐδὲ πανουργίας ἐχόμενον, ὥστε διὰ τοῦτο λέγεσθαι αὐτὸν σοφόν· ἀλλ’ ὥσπερ παραπληρώματι χρῆται τῇ λέξει: — B