Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μηδ’ ὄλβος ὅστις: οὐκ ἂν, φησὶν, εὐξαίμην τοιαύτην μοι

εὐδαιμονίαν γενέσθαι, δι’ ἧς ἂν ἕτεροι λυπηθεῖεν, καθάπερ καὶ ὁ σὸς νῦν ὄλβος τὴν ἐμὴν λυπεῖ φρένα. οἷον· οὐ βούλομαι εὐδαιμονίζεσθαι λυπουμένη κατὰ ψυχήν. τοῦτο δὲ εἶπεν πρὸς τὸν Ἰάσονος λόγον ἀντιτεινομένη, παρόσον αὐτὸς ἔλεγεν ἐπὶ τῷ συμφέροντι αὐτῆς τε καὶ τῶν παίδων εἰς τὸν γάμον προεληλυθέναι τὸν τῆς Γλαύκης: — B