Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐ τοῦτό σ’ εἶχεν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃ καὶ τῆς ἐν τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλ’ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν γυναῖκα. τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν ὁ Ἰάσων [559] ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ τὰ ἑξῆς: — B

τὸ συνάψαι τοῖς ἐμοῖς τέκνοις τὰ σὰ καὶ τὸ ἐπαρκεῖν αὐτοῖς, ἀλλὰ τὸ βάρβαρόν σε ἔχειν γυναῖκα αἰσχύνην παρέσχεν: — Bi