Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
οἷον· εἷς λόγος σε τιμωρεῖται καὶ ἑνὶ λόγῳ ἁλίσκῃ. γράφεται καὶ ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος, ἀντὶ τοῦ· καταβαλεῖ σε, ἀπὸ μεταφορᾶς τῶν πιπτόντων καὶ ἐκτεινομένων εἰς τὸ ἔδαφος ἀθλητῶν ὑπὸ τῶν ἀντιπάλων: — Bi
οὐ τοῦτό σ’ εἶχεν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃ καὶ τῆς ἐν τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλ’ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν γυναῖκα. τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν ὁ Ἰάσων [559] ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς καὶ τὰ ἑξῆς: — B