Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
καὶ ἐν Ἱππολύτῳ [619] κεῖται οὗτος ὁ νοῦς: — Bi
ἦ πολλὰ πολλοῖς: ὄντως δὴ, φησὶν, ἐγὼ κατὰ πολλὰ πολλῶν διαφέρω ἀνθρώπων καὶ ἀνόμοιός εἰμι, ἐπεὶ οὐχ, ὥσπερ ἂν ἕτεροι, τοὺς ἀδίκους καὶ δεινοὺς ἐν τῷ λέγειν ἀποδέχομαι, ἀλλ’ ἡγοῦμαι τοσούτῳ μᾶλλον ζημίαν μείζονα ἕξειν ὅσῳ περ τὸ δίκαιον καὶ τὸ ἀληθὲς πειρῶνται διακρούεσθαι: — B