Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Κύπριν νομίζω: ἐγὼ νομίζω, φησὶν, ὑπὸ τῆς Ἀφροδίτης σεσῶσθαι, ἣν μόνην φησὶ μᾶλλον ἀνθρώπων καὶ θεῶν ἰσχύειν πλέον· τοῦτο γὰρ λείπει. μόνην φησὶ τὴν Ἀφροδίτην σεσωκέναι αὐτὸν καὶ οὐδένα ἀνθρώπων οὐδὲ θεῶν. τοῦτο δὲ ψεῦδος· φαίνεται γὰρ τὴν Ἥραν προστάτιν ἐσχηκὼς ἐξ ἀρχῆς διόλου καὶ ὑπὸ ταύτης παρορμηθεὶς εἰς τὸν ἆθλον, ὑφ’ ἧς εἰκὸς αὐτὸν σεσῶσθαι ἵνα τὸν Πελίαν φονεύσῃ ἐχθρὸν ὄντα τῆς Ἥρας. ἔτι δὲ καὶ ἡ Ἀθηνᾶ κινδυνεύουσαν τὴν ναῦν προσραγῆναι ταῖς πέτραις ἀνεσώσατο: — B