Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὦ παγκάκιστε: τοῦτο γὰρ εἰπεῖν ἔχω σοι γλώσσῃ μέγιστον κακὸν διὰ τὴν ἀσθένειαν τὴν ἐμήν· γυνὴ γάρ εἰμι καὶ ἀσθενὴς, μὴ δυναμένη χερσὶν ἐπιτιμωρήσασθαι. διὸ τῇ διὰ τοῦ στόματος κατηγορίᾳ κολάζω σε. ἡ εἰς ἀντὶ τῆς διά, δι’ ἀνανδρίαν. τοῦτο δέ φησιν ὡς μὴ δυνηθέντος αὐτοῦ χωρὶς αὐτῆς ἀνύσαι τὸν ἆθλον. οὗτος γὰρ, ὁ Ἰάσων, ἀποσταλεὶς παρὰ τοῦ ⟨Πελίου⟩ ἀνείλετο τὸ χρυσοῦν δέρας ἀπὸ τῶν Κόλχων διὰ φαρμάκων τινῶν τῆς Μηδείας, ἐρασθείσης αὐτοῦ: — B