Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ δὲ ἑξῆς· τὰν δ’ ἐμὰν βιοτάν. ὁ δὲ νοῦς· ὁ λόγος ἀντιστρέφεται, ὅτι ἄπιστοι μὲν οἱ ἄνδρες, πισταὶ δὲ αἱ γυναῖκες, καὶ ἐροῦσι πάντες τὸν ἡμέτερον βίον, τουτέστι τὴν γυναικείαν φύσιν, εὐκλεεστέραν εἶναι: — B

τὰν δ’ ἐμὰν εὔκλειαν: ἐκ τῶν κατὰ τὴν Μήδειαν ἀδικημάτων ἐπελεύσονται τιμαὶ τῷ γυναικείῳ γένει, τῶν μὲν ἀνδρῶν ἀδίκων ἀποδειχθέντων, τῶν δὲ γυναικῶν ἔμπαλιν δικαίων. οὐκέτι γὰρ ῥηθήσεται τὸ οὐ δεῖ πιστεύειν γυναικί. καθόλου οὖν λέγει ὅτι ἀντέστραπται

τὰ πράγματα διὰ τὸ δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. ταῦτα δὲ λέγει διὰ τὸν Ἰάσονα: — B

τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσαι. Μοῦσαι δὲ παλαιγενέων, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθ’ ἡμῶν, ἐν αἷς ὡς ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθ’ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέων, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθ’ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχολάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵν’ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύσονται καὶ ἀφανισθήσονται: — B