Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μὴ θηκτὸν ὤσῃ: ἐπὶ τῶν παίδων ἀκουστέον. καὶ γάρ φησι στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται. δύναται δὲ καὶ ἐπὶ αὐτῆς ἀκούεσθαι: — AB

οὐ τοῦ αὑτῆς ἥπατος, ἀλλὰ τῶν παίδων. προεῖπε γὰρ στυγεῖ δὲ παῖδας. ἔθος δέ ἐστιν αὐτῷ προλέγειν τὰ μέλλοντα. ὁμοία δὲ ἡ ἀμφιβολία παρ’ Ὁμήρῳ [Σ 34]· δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ’: — AB