Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ οὔτι ταύτῃ: ἀλλ’ οὐχὶ κατὰ τοῦτο τὸ μέρος, φησὶ, κακῶς ἔχει τὸ καθ’ ἡμᾶς, καθὸ πεισθεὶς ἡμῖν ἀπῆλθε Κρέων. τὸ ταύτῃ οὖν ἀντὶ τοῦ· κατὰ ταύτην τὴν ὁδὸν καὶ τοῦτον τὸν τρόπον ταῦτα καλῶς πέπρακται. ἢ τὸ ταὐτά ὀξυτόνως, τουτέστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς ἀπῆλθεν, οὐ ταὐτὰ τὰ πράγματα, ἀλλὰ καλλίονα. ἀμφότερα δὲ εἰς ταὐτὸ ἀναστρέφουσιν: — B

ἄλλως: τὸ ταῦτα πῇ μὲν περισπᾶται, πῇ δὲ ὀξύνεται, ὅ ἐστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς Κρέων ἀπῆλθε, οὐ ταὐτὰ τὰ πράγματά ἐστιν, ἀλλὰ βελτίονα: — B