Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ σοφὸς, φησὶ, καθ’ ἑκάτερον ἀδικεῖται· ὑπὸ μὲν γὰρ τῶν ἀπαιδεύτων οὐ σοφὸς εἶναι νομίζεται, τοῖς δὲ ἐλλογίμοις λυπηρὸς εἶναι καταφαίνεται ὅταν κρείττων τούτων νομισθῇ. τὸ δὲ δοκούντων οὐκ ἐπὶ ἀμφιβόλου κεῖται, ἀλλ’ ἐπὶ τῶν τῷ ὄντι ὑπαρχόντων. ἢ δοκούντων [ἢ] πρὸς διαβολὴν τῶν φθονούντων ἐλλογίμων, εἰ καὶ τῇ ἀληθείᾳ ἐλλόγιμοί εἰσι, διὰ τὸ νοσεῖν τὸν φθόνον, ὃς οὐ πρὸς σοφοῦ: — AB

τῶν δοκούντων, φησὶν, εἰδέναι τι κρείσσων νομισθεὶς ἐπαχθὴς

ἔσῃ. ὥστε συμβαίνει καὶ παρὰ τοῖς ἀπαιδεύτοις ἐπαχθῆ εἶναι διὰ τὸ μὴ προσίεσθαι αὐτούς, καὶ παρὰ τοῖς συνετοῖς ὁμοίως ἕνεκα τοῦ διαφέρειν δοκεῖν αὐτῶν ἐπίφθονον καὶ λυπηρὸν γίνεσθαι: — B