Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἧς ἔχουσιν ἀργίας: τὸ ἧς ἔχουσιν ἀργίας εἶπεν οὐχ ὡς τῷ ὄντι ἀργῶν ὄντων τῶν σοφῶν· προφανὲς γὰρ ὅτι μέγιστος πόνος περὶ τὴν φιλοσοφίαν καὶ σπουδή· Ἡσίοδος [opp. 289]· τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν· ἀλλ’ ὡς πολλῶν δοξαζόντων οὐκ ὀρθῶς ἀργοὺς εἶναι τοὺς σοφούς. οἱ σοφοὶ οὖν, φησὶ, πρὸς τῷ δόξαν ἀργίας ἔχειν καὶ φθονοῦνται ὑπὸ τῶν ἄλλων ἀνθρώπων· ὅθεν, φησὶ, καλῶς ἔχειν κρίνω μὴ χρῆναι εἰς ἄκρον παιδεύσεως ἥκειν τινὰ, ἵνα καὶ τούτων ἐκτὸς ᾖ. τοῦτο δὲ οὐ δογματίζων ὁ ποιητὴς λέγει, ἀλλ’ ἁρμοζόμενος πρὸς τὸ ὑφεστηκὸς ἦθος, ἐπεὶ δοκεῖ ἡ Μήδεια σοφίας ἔχουσα δόξαν βλάπτεσθαι: — AB