Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

χρημάτων λέγει τῶν εἰς τὴν φέρνην. τοῦτο δὲ ὁ Εὐριπίδης ἀπὸ τῆς καθ’ αὑτὸν συνηθείας λέγει. οἱ δὲ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους, ἀλλ’ ἐκ τῶν ἐναντίων αὐτοὶ ἐδίδοσαν, καθάπερ καὶ αὐτὸς ἐν ἄλλοις παρίστησι. καὶ Ὅμηρος [Λ 244]· πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη: — B