Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οἱ δ’ ἀφ’ ἡσύχου: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι. ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλ’ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: — B

οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι [ἀντὶ] τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν [1, 20] τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάς: — Bi

δίκη γὰρ οὐκ ἔνεστιν: διὰ τοῦτο δὲ συμβαίνει τὸ ἄλλοτε ἄλλως τοὺς ἀνθρώπους τὰ ἀλλήλων δοξάζειν, διὰ τὸ μὴ δύνασθαι ἐξ ὄψεως δοκιμάζειν ἑκάστου τὸν τρόπον· ὅπερ πάσχουσιν οἱ πολλοί, οἳ πρὶν τὸν τρόπον σαφῶς κατανοῆσαι, ἁπλῶς ἐκ τῆς τῶν ὀφθαλμῶν προσβολῆς μισοῦσι τὸν δεῖνα οὐδὲν ἠδικημένοι πρὸς αὐτοῦ: — B