Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Τιμαχίδας ἐπὶ τὰ πρόχειρα πᾶσιν ἐνεχθεὶς τὸν Ἄψυρτόν φησι λέγειν αὐτὴν, τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώσαντος ὀνομαστὶ τὸν Ἄψυρτον. ὁ δὲ Φερεκύδης [frg. 73] διὰ τοῦ ̄ξ ὀνομάζει αὐτόν. Δικαιογένης δὲ ἐν τῇ Μηδείᾳ [FTG p. 775] Μεταπόντιον αὐτὸν ὀνομάζει. ἀνῃρῆσθαι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Μηδείας, οἱ δὲ ὑπὸ τῶν Ἀργοναυτῶν. Λέων δὲ ὁ ῥήτωρ [FHG ΙΙ p. 331, 5] οὐ σφαγῆναι, ἀλλὰ διαφθαρῆναι αὐτὸν φαρμάκοις: — B

Ἄψυρτον λέγει τὸν ἐπιδιώξαντα αὐτὴν κατὰ πρόσταξιν τοῦ Αἰήτου. πέπεικε γὰρ αὐτὸν ἐλθεῖν εἴς τινα νῆσον ὑποβαλοῦσα τῷ Ἰάσονι δόλῳ τινὶ τοῦτον ἀνελεῖν: — Bi