Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπ’ ἀμφιπύλου: ἀμφίπυλον λέγεται τὸ ἔχον δύο πύλας καὶ εἰσόδους, μίαν μὲν τὴν αὐθεντικὴν, ἑτέραν δὲ, ἣν Ὅμηρος [χ 126. 132. 333]

λέγει ὀρσοθύρην. ἐγὼ οὖν, φησὶν, ἐπὶ τοῦ ἀμφιπύλου οὖσα, τουτέστιν ἐπὶ τοῦ πυλῶνος, ἤκουσα φωνῆς ἔσω τοῦ μελάθρου. ἢ οὕτως· ἀμφίπυλον ὁ περὶ τὰς θύρας τόπος: — AB