Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὀλίγ’ ἀρχόμενοι: ἀντὶ τοῦ· ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες. τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ. ἔχομεν δὲ καὶ τὴν ἔννοιαν παρ’ Ὁμήρῳ [Α. 81]· εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ καὶ [Β. 196]· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. δύναται δὲ τὸ ὀλίγ’ ἀρχόμενοι ἀντὶ τοῦ· οὐδ’ ὅλως ἀρχόμενοι, ἀλλ’ ἐκ τοῦ ἐναντίου αὐτοὶ πολλῶν κρατοῦντες. πέφυκε δ’ ⟨ἡ⟩ ἐξουσία ἐπαίρειν ἀεὶ τοῖς ἀνθρώποις τὸν λογισμόν: — B

ἀρχόμενοι, πολλά: οἱ τύραννοι ἀεὶ εἰωθότες ἀνύειν, ἐὰν λυπηθῶσιν, οὐ παύονται εἰ μὴ ἀνύουσι δι’ ὃ λυποῦνται: — A