Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἤδη δ’ ἀνέλκων: ὡς ἐκ παραδείγματος ἔλαβε τὴν ἔννοιαν, δηλῶσαι βουλόμενος τὴν ὀξύτητα τοῦ κακοῦ· οὕτως δὲ ταχέως ἐπενέμετο αὐτὴν τὸ πῦρ καὶ οὕτως ὀξέως τῶν ὀστῶν αὐτῆς ἀνθήπτετο, ὡς ἂν ὀξύτατος ἵππος ἀνακουφίζων ἑαυτοῦ τὸν πόδα, τουτέστι μεγάλοις καὶ ταχέσι πηδήμασι χρώμενος, [ἵνα] πρὸς τὸ τέλος ἀφίκοιτο τοῦ δρόμου, τουτέστι τὸν καμπτῆρα. τοῦ γὰρ σώματος τὸ τέλος τὰ ὀστᾶ εἰσιν, ὡς τοῦ δρόμου ὁ καμπτήρ: — AB

ἄλλως: ἤδη δὲ ὡς ταχὺς βαδιστὴς τὸ ὑπέρμετρον ἑαυτοῦ κῶλον ἀνέλκων τῶν τερμόνων τοῦ δρόμου ἀνθήπτετο, τουτέστιν· ἤδη ἡ ταχεῖα νόσος ὀξὺ καὶ ὑπέρμετρον βαίνουσα τῶν μυελῶν αὐτῆς ἀνθήπτετο. ὁ δὲ νοῦς· ἤδη δὲ τὸ πῦρ τῶν ὀστῶν ἀνθήπτετο, ὡς ⟨ἂν⟩ ταχὺς βαδιστὴς, ἵππος, ταχέως ἀφίκοιτο εἰς τὸν καμπτῆρα. τέλος δὲ τοῦ σώματος τὰ ὀστᾶ: — AB

ἄλλως: ταχὺς βαδιστής: τὸ διάστημα λέγει τὸ γενόμενον αὐτῇ

ἐξ οὗ ἄναυδος ἦν μέχρις οὗ ἐφθέγξατο. ὅσην γὰρ δύναται ῥοπὴν καιροῦ ἔχειν ταχὺς δρομεὺς ἀπὸ βαλβῖδος ἀφεθεὶς μέχρι καμπτῆρος, τοσοῦτον καὶ αὕτη ἄναυδος ἦν: — AB

κῶλον ἕκπλεθρον: πλέθρον ἐστὶ μέτρον γῆς· κῶλον οὖν ἕκπλεθρον μέγα πήδημα ὡς ὑπερβαίνειν πλέθρον: — AB