Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τί φής, φρονεῖς μέν: πῶς, φησὶν, εἶπας τοῦτο; ὅτι μὲν γὰρ κατὰ φύσιν φρονεῖς καὶ οὐκ ἐξέστηκας, δῆλον· θαυμάζω δὲ πῶς οὐκ ἀγωνιᾷς ἀκούσασα τὸν βασιλικὸν οἶκον διεφθάρθαι ὑπὸ τῶν σῶν

φαρμάκων. ἢ κατ’ ἐρώτησιν προενεκτέον τὸν λόγον· πῶς εἶπας τοῦτο; οὐχὶ μαίνεσθαί σε καὶ παραφρονεῖν ἄν τις νομίσειεν οὐκ ἀγωνιῶσαν ἐπὶ τούτῳ; ἵνα ὁ μέν παρέλκῃ: — AB