Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

μὰ τοὺς παρ’ Ἅιδη νερτέρους: τοὺς καταχθονίους θεοὺς ἀλάστορας. ἀλάστορας δὲ, οὓς οὐκ ἔστι λαθεῖν. ἐπειδὴ δὲ συνεχῶς ὁρᾷ ἑαυτὴν νικωμένην τῷ πρὸς τοὺς παῖδας οἴκτῳ, ὅρκῳ φρικωδεστάτῳ κατακλείει ἑαυτὴν πρὸς τὸ μηδὲν ἕτερον ἢ τὸν φόνον ἐξ ἅπαντος δρᾶσαι. καὶ οὐκ ἂν, φησὶν, ἐγὼ καταλείψαιμι τοὺς ἐμοὺς παῖδας ὑπὸ τῶν ἐμῶν ἐχθρῶν καθυβρίζεσθαι· λέγει δὲ ὑπὸ τῶν πρὸς γένους τῇ Γλαύκῃ. καθυβρίσαι δὲ λέγει τὸ μετὰ αἰκίας τινὰ ἀνελεῖν: — AB