Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅτῳ δὲ μὴ θέμις παρεῖναι: ᾧτινι δὲ οὐκ εὐσεβὲς, φησὶν, φαίνεται τὸ παρεῖναι τῷ φόνῳ τούτῳ καὶ δέχεσθαι τοιαύτας θυσίας,

οὗτος ἀπίτω. τοῦτο δὲ εἶπεν ὡς ὄντων τινῶν θεῶν χαιρόντων ἀνδροφονίαις, οἷον Ἐρινύων, Ἄρεως καί τινων ἑτέρων. Ὅμηρος [Ε 31. 455]· Ἄρες Ἄρες βροτολοιγὲ μιαιφόνε. τῷ δὲ αὐτῷ μελήσει συναπτέον τὸ μὴ παρεῖναι: — AB