Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τί δεῖ με πατέρα τῶνδε: ἀφίσταμαι, φησὶ, τοῦ φόνου τῶν παίδων. οὐ γὰρ ἵνα τὸν πατέρα τούτων λυπήσω τῷ φόνῳ αὐτῶν, ὀφείλω ἐμαυτῇ διπλασιοῦν τὰ κακά. λέγει δὲ τὴν λύπην τὴν ἐπὶ τοῖς παισίν. ἢ οὕτως· σαφῶς εὔηθές ἐστιν ἐργαζομένην με τὸν θάνατον τοῖς φιλτάτοις ἐπὶ τῷ τὸν πατέρα λυπῆσαι, αὐτὴν διπλασίαν λύπην κτήσασθαι διὰ τῆς τούτων τελευτῆς. δοκοῦσι γὰρ αἱ μητέρες συμπαθέστεραι εἶναι ταῖς τῶν παίδων συμφοραῖς. θαυμάσαι δέ ἐστι τὸν ὑπερβάλλοντα θυμὸν, ὃν ἔχει κατὰ τοῦ Ἰάσονος ἡ Μήδεια, ὅτι καίπερ προσδοκῶσα μειζόνως λυπηθήσεσθαι, ὅμως ὑπὲρ τοῦ λυπῆσαι τὸν Ἰάσονα αἱρεῖται τούτους φονεύειν: — AB