Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† θεοδμήτους μόλῃς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλ’ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν [ὡς] τῷ δεδειχότι σημεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνακεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: — A