Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

θεοῖσι προσβαλεῖν χθονί: εἰσὶ φύσεις ζῴων πρὸς ἑτέρας φύσεις ζῴων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος [Χ 262] ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά. καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις αἱ ἡμερώτεραι τῶν χωρῶν. ὅταν, φησὶν, πρὸς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρήμους; ἀλλ’ ἐκεῖ θῆρες. εἰς τὰ ἥμερα χωρία; ἀλλ’ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις χωρήσει τοὺς κακούς: — NAB