Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἄναξ· θεοὺς γάρ: ἄναξ κυρίως ὁ σωτήρ, διὸ καὶ τοὺς θεοὺς ἄνακτας καλοῦσιν. καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας καλοῦσιν, ὡς δευτέρους σωτῆρας. καὶ Ὅμηρος [Ζ 403]· Ἀστυάναξ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἑκτωρ, οἷον ὁ τοῦ ἄστεος σωτήρ. ὦ οὖν ἄναξ· θεοὺς γὰρ καὶ σωτῆρας καλεῖν τοὺς δεσπότας χρή. δύναται δὲ τὸ ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ τῶν θεῶν: — MNAB

† ἄλλως: ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἰππόλυτον ἄνακτα λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας. καὶ γὰρ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτῷ περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτως καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως: — B