Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὴν εὐδαιμονίαν τῶν θεῶν. τουτέστιν τῶν μακάρων αἱ νῆσοι: — M

ὦ λευκόπτερε Κρησία πορθμίς: λευκὰ πτερά, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ: — NABi

κῦμ’ ἁλίκτυπον: ἑτέρα μοῖρα χορικὴ ἤδη καὶ τὰ παρόντα

θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς. ἐπεὶ καὶ τῶν συμφουρῶν ὑπόθεσις γεγένησαι: — AB