Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης [frg. 33b] δὲ Διὸς καὶ Θέμιδος εἶναί φησιν αὐτάς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει. κεῖσθαι. ὁ δὲ νοῦς· ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶν θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα τὸν νεωστὶ ὑφ’ Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει. διὰ τὸ ἐπὶ θρήνοις εἶναι: — NAB