Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δέσποιν’, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως

καθ’ ὃν γεγένηται λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ συγχωρεῖ σοι. ἀναιτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ’ ἐπῄνεις. ὅθεν ἐπιφέρει πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα: — AB