Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐτύχομεν δίκας· ὦ γᾶ: ἀντὶ τοῦ· τιμωρίαν παρὰ θεοῦ ἐλάβομεν. τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς: — NBi

ἐτύχομεν δίκας: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος. τουτέστιν ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τοῦ χοροῦ συμπάθειαν, τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν καὶ τῆς ἀξίας δίκης ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἂν ἀρχικώτατα στοιχεῖα· καθὼς καὶ ἄνω φησὶν [601] ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί: — NAB