Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐδ’ ἄν μοι εἴπῃ τις τοῦτ’ ἐστὶν ὀνειδίσαι διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακῶς: — M

οὐδ’ εἰ φησί τίς μ’: οὐδ’ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου, φησὶ, τὰς κατηγορίας ⟨ποιοῦμαι⟩, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γίνονται τοῖς κατηγόροις: — NAB