Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ γὰρ πανοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλεῖον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι, εὐέμπτωτοί εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολον τὴν πορνείαν ἀφηῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει: — NAB

μωρίαν ἀφῃρέθη: τῆς πορνείας ἀπεστερήθη. μωρίαν γὰρ τὴν πορνείαν φησίν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα προφάσει κερδαίνει τὴν σωφροσύνην: — NAB

χρῆν δ’ εἰς γυναῖκας: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει ⟨καὶ⟩ τὸ πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει. φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκη δὲ ἢ περιφραστικῶς τὰ θηρία ἢ τὰ ἔκγονα τῶν θηρίων: — NAB

νῦν δ’ αἱ μὲν ἔνδον: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχανῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν: — AB