Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

νῦν δ’ ἐς δόμους μέν: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν. ἕδνα ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι· πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν. προκατασκευάσας δὲ λογισμὸν οἰκειότατον τῷ προσώπῳ, λοιπὸν κατατρέχει καὶ [ἐπὶ τὴν διαβολὴν] τῆς γυναι

κείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ εἶναι αὐτὰς, εἶθ’ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται: — NAB