Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

βροντᾶ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις ⟨αἱ⟩ ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται: — NAB

ἀμφιπύρῳ: τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην, συγκοιμηθεῖσαν οὐ τῷ Διΐ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι: — NAB

τοῦ Βάκχου γεννήτριαν: — Mg