Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πῶλον ἄζυγα: ἄπειρον γάμου, καθαράν. πῶλον δὲ παρθένον. πώλῳ διὰ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν δὲ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκεν τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν καὶ αὐτὴν ἔλαβε πρὸς γάμον: — NAB

ἄζευκτον καὶ ἄπειρον λέκτρων: — Mg

ζεύξασ’ ἀπειρεσίαν: ἀποζεύξασα ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς· τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον ἄνανδρον ἄνυμφον οὖσαν τὸ πρότερον τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσει τῆς πατρίδος ἐπέδωκεν: — NAB