Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τύραννον ἀνδρῶν: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπειδὴ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, μόνον δὲ ⟨τὰ⟩ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται ἐπίδειξιν τῆς δυναστείας ποιούμενος: — NAB

κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων τῆς Ἀφροδίτης οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων· δι’ ἔρωτος γὰρ ἀφροδισιάζομεν καὶ τότε κατ’ αὐτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ: — NAB