Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων: — NAB

ἄλλως: ἡ μὲν τοῦ πυρὸς βολὴ ⟨πρὸς⟩ τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων

τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος κρεῖσσόν ἐστι τοῦ σοῦ βέλους: — NAB