Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὐκ ἐπίφθονον: σῶσαι βίον: — N

οὐκ ἐπίφθονον τόδε: ἀντὶ τοῦ· ⟨οὐ⟩ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴγε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα: — NABi

καὶ μὴ μεθήσεις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως ** οὐ παράλογος οὐδὲ ἄξιος θανάτου: — NAB